Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.264 Joseph. AJ 6.268 (English) >>Joseph. AJ 6.272

6.266 δʼ ἂν φοβηθῶσιν ἀκούσαντες μισῶσι θελήσαντες στέρξωσιν ἀλόγως, ταῦτα κύρια καὶ βέβαια καὶ ἀληθῆ καὶ ἀνθρώποις ἀρεστὰ καὶ τῷ θεῷ δοκοῦσι, τῶν δὲ μελλόντων λόγος αὐτοῖς οὐδὲ εἷς· 6.267ἀλλὰ τιμῶσι μὲν τοὺς πολλὰ ταλαιπωρήσαντας, τιμήσαντες δὲ φθονοῦσι, καὶ παραγαγόντες εἰς ἐπιφάνειαν οὐ ταύτης ἀφαιροῦνται μόνον τοὺς τετυχηκότας, ἀλλὰ διὰ ταύτην καὶ τοῦ ζῆν ἐπὶ πονηραῖς αἰτίαις καὶ διʼ ὑπερβολὴν αὐτῶν ἀπιθάνοις· κολάζουσι δʼ οὐκ ἐπʼ ἔργοις δίκης ἀξίοις, ἀλλʼ ἐπὶ διαβολαῖς καὶ κατηγορίαις ἀβασανίστοις, οὐδʼ ὅσους ἔδει τοῦτο παθεῖν, ἀλλʼ ὅσους ἀποκτεῖναι δύνανται. 6.268τοῦτο Σαοῦλος ἡμῖν Κείσου παῖς, πρῶτος μετὰ τὴν ἀριστοκρατίαν καὶ τὴν ἐπὶ τοῖς κριταῖς πολιτείαν Ἑβραίων βασιλεύσας, φανερὸν πεποίηκε τριακοσίους ἀποκτείνας ἱερέας καὶ προφήτας ἐκ τῆς πρὸς Ἀβιμέλεχον ὑποψίας, ἐπικαταβαλὼν δὲ αὐτοῖς καὶ τὴν πόλιν καὶ τὸν ἐν τρόπῳ τινὶ ναὸν σπουδάσας ἱερέων καὶ προφητῶν ἔρημον καταστῆσαι τοσούτους μὲν ἀνελών, μεῖναι δʼ ἐάσας οὐδὲ τὴν πατρίδα αὐτῶν πρὸς τὸ καὶ μετʼ ἐκείνους ἄλλους γενέσθαι. 6.269

δʼ Ἀβιάθαρος τοῦ Ἀβιμελέχου παῖς μόνος δυνηθεὶς ἐκ τοῦ γένους τῶν ὑπὸ τοῦ Σαούλου φονευθέντων ἱερέων φυγὼν πρὸς Δαυίδην τὴν τῶν οἰκείων αὐτοῦ συμφορὰν ἐδήλωσε καὶ τὴν τοῦ πατρὸς ἀναίρεσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.264 Joseph. AJ 6.268 (English) >>Joseph. AJ 6.272

Powered by PhiloLogic